Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 39.30 Dem. 39.33 (English) >>Dem. 39.36

39.32νὴ Δίʼ, ἀλλʼ ὕβρει καὶ ἐπηρείᾳ τινὶ τοῦτʼ ἐτέθη σοι. ἀλλὰ πολλάκις μέν, ὅτʼ οὐκ ἐποιεῖθʼ πατὴρ τούτους, ἔλεγον οὗτοι ὡς οὐδὲν χείρους εἰσὶν οἱ τῆς μητρὸς τῆς τούτου συγγενεῖς τῶν τοῦ πατρὸς τοῦ ἐμοῦ. ἔστι δʼ Βοιωτὸς ἀδελφοῦ τῆς τούτου μητρὸς ὄνομα. ἐπειδὴ δʼ εἰσάγειν πατὴρ τούτους ἠναγκάζετο, ἐμοῦ προεισηγμένου Μαντιθέου, οὕτω τοῦτον εἰσάγει Βοιωτόν, τὸν ἀδελφὸν δʼ αὐτοῦ Πάμφιλον. ἐπεὶ σὺ δεῖξον, ὅστις Ἀθηναίων ταὐτὸν ὄνομα τοῖς αὑτοῦ παισὶν ἔθετο δυοῖν· κἂν δείξῃς, ἐγὼ συγχωρήσω διʼ ἐπήρειάν σοι τοῦτο τοὔνομα θέσθαι τὸν πατέρα. 39.33καίτοι εἴ γε τοιοῦτος ἦσθα, ὥστε ποιήσασθαι μὲν σαυτὸν ἀναγκάσαι, ἐξ ὅτου δʼ ἀρέσεις ἐκείνῳ τρόπου μὴ σκοπεῖν, οὐκ ἦσθʼ οἷον δεῖ τὸν προσήκοντʼ εἶναι περὶ τοὺς γονέας, οὐκ ὢν δʼ οὐκ ἐπηρεάζου δικαίως ἄν, ἀλλʼ ἀπωλώλεις. δεινόν γʼ ἂν εἴη, εἰ κατὰ μὲν τῶν ὑπὸ τοῦ πατρὸς αὐτοῦ νομιζομένων παίδων οἱ περὶ τῶν γονέων ἰσχύσουσιν νόμοι, κατὰ δὲ τῶν αὑτοὺς εἰσβιαζομένων ἄκοντας ποιεῖσθαι ἄκυροι γενήσονται.

39.34ἀλλʼ, χαλεπώτατε Βοιωτέ, μάλιστα μὲν ὧν πράττεις πάντων παῦσαι, εἰ δʼ ἄρα μὴ βούλει, ἐκεῖνό γε πρὸς Διὸς πείθου· παῦσαι μὲν σαυτῷ παρέχων πράγματα, παῦσαι δʼ ἐμὲ συκοφαντῶν, ἀγάπα δʼ ὅτι σοι πόλις, οὐσία, πατὴρ γέγονεν. οὐδεὶς ἀπελαύνει σʼ ἀπὸ τούτων, οὔκουν ἔγωγε. ἀλλʼ ἂν μέν, ὥσπερ εἶναι φὴς ἀδελφός, καὶ τὰ ἔργʼ ἀδελφοῦ ποιῇς, δόξεις εἶναι συγγενής, ἂν δʼ ἐπιβουλεύῃς, δικάζῃ, φθονῇς, βλασφημῇς, δόξεις εἰς ἀλλότριʼ ἐμπεσὼν ὡς οὐ προσήκουσιν οὕτω χρῆσθαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 39.30 Dem. 39.33 (English) >>Dem. 39.36

Powered by PhiloLogic